Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.135 Joseph. AJ 10.140 (English) >>Joseph. AJ 10.145

10.138περιλειφθέντα τε αὐτὸν σὺν ὀλίγοις ζωγρήσαντες οἱ πολέμιοι μετὰ τῶν τέκνων καὶ τῶν γυναικῶν ἤγαγον πρὸς τὸν βασιλέα. παραγενόμενον δʼ αὐτὸν Ναβουχοδονόσαρος ἀσεβῆ καὶ παράσπονδον ἀποκαλεῖν ἤρξατο καὶ ἀμνήμονα τῶν πρόσω λόγων, οὓς ἐποιήσατο σώζειν αὐτῷ τὴν χώραν ὑποσχόμενος. 10.139ὠνείδιζε δὲ καὶ ἀχαριστίαν παρʼ αὐτοῦ μὲν λαβόντι τὴν βασιλείαν, Ἰωακείμου γὰρ αὐτὴν οὖσαν ἀφελόμενον ἐκείνῳ δοῦναι, χρησαμένῳ δὲ τῇ δυνάμει κατὰ τοῦ παρασχόντος· “ἀλλὰ μέγας, εἶπεν, θεός, ὃς μισήσας σου τὸν τρόπον ὑποχείριον ἡμῖν ἔθηκε.” 10.140χρησάμενος δὲ τούτοις πρὸς Σαχχίαν τοῖς λόγοις τοὺς υἱοὺς ἐκέλευσεν ἀνελεῖν καὶ τοὺς φίλους παραχρῆμα αὐτοῦ τε Σαχχίου καὶ τῶν ἄλλων αἰχμαλώτων βλεπόντων, ἔπειτα τοὺς ὀφθαλμοὺς ἐκκόψας τοῦ Σαχχίου δήσας ἤγαγεν εἰς Βαβυλῶνα. 10.141καὶ ταῦτʼ αὐτῷ συνέβη, Ἱερεμίας τε καὶ Ἰεζεκίηλος προεφήτευσαν αὐτῷ, ὅτι συλληφθεὶς ἀχθήσεται πρὸς τὸν Βαβυλώνιον καὶ λαλήσει αὐτῷ κατὰ στόμα καὶ ὄψεται τοῖς ὀφθαλμοῖς τοὺς ὀφθαλμοὺς αὐτοῦ. καὶ ταῦτα μὲν Ἱερεμίας εἶπε, τυφλωθεὶς δὲ καὶ ἀχθεὶς εἰς Βαβυλῶνα ταύτην οὐκ εἶδε καθὼς Ἰεζεκίηλος προεῖπε. 10.142

Ταῦτα μὲν οὖν ἱκανῶς ἐμφανίσαι δυνάμενα τὴν τοῦ θεοῦ φύσιν τοῖς ἀγνοοῦσιν εἰρήκαμεν, ὅτι ποικίλη τέ ἐστι καὶ πολύτροπος καὶ καθʼ ὥραν ἀπαντᾷ τεταγμένως, τε δεῖ γενέσθαι προλέγει, τήν τε τῶν ἀνθρώπων ἄγνοιαν καὶ ἀπιστίαν, ὑφʼ ἧς οὐδὲν προϊδεῖν εἰάθησαν τῶν ἀποβησομένων, ἀφύλακτοι δὲ ταῖς συμφοραῖς παρεδόθησαν, ὡς ἀμήχανον αὐτοῖς εἶναι τὴν ἐξ αὐτῶν πεῖραν διαφυγεῖν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.135 Joseph. AJ 10.140 (English) >>Joseph. AJ 10.145

Powered by PhiloLogic